1.

[1.316] τί δὲ καὶ ἐροῦσιν ἐκ λέξεών τινων συντεθέντος τινὸς ποιήματος˙
‘ἦ γάρ σοι δισσοῖσιν ὑπ' οὔρεσι διττὸς ἐραστὴς
ἔφθιτο καὶ νεάτην μοῖραν ἔθηκε φύσιν.
βᾶσα τροχαντήρων ἄχρι περιστρέφεται
σμερδαλέα δ' ὑπένερθεν ἀλώπεκος ἄχρι δοχαίης
αἰῶνος χαλαρὰν σύνδρομον ἁρμονίης. ’