1.

[1.318] Εἰ οὖν μήτε τὰ πράγματα μήτε τὰς λέξεις ἴσασιν, παρὰ δὲ ταῦτα οὐδέν ἐστιν ἡ ποίησις ἢ τὸ σύγγραμμα, οὐκ ἂν ἔχοιεν τέχνην ἐξηγητικὴν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. ἄλλως τε καὶ εἰ χρῄζομεν γραμματικῆς, ἐπὶ τῶν ἀρίστων ποιημάτων χρῄζομεν ἀλλ' οὐ τῶν μοχθηρῶν. ἄριστον δὲ ποίημά ἐστι κατ' αὐτοὺς τὸ σαφές˙