1.

[1.320] τό τε ἀνεπικρίτως διαφωνούμενον ἀκατάληπτόν ἐστιν, ἀνεπικρίτως δ' ἔτι διαφωνοῦσιν ἐν ταῖς ἐξηγήσεσιν οἱ γραμματικοὶ περὶ τῆς τοῦ συγγραφέως διανοίας˙ ἀκατάληπτος ἄρα ἐστὶν ἡ τοῦ συγγραφέως διάνοια, καὶ διὰ τοῦτο ἄχρηστος ἡ γραμματική.
Ἀλλὰ γὰρ πρὸς μὲν τοὺς ἀπὸ τούτου τοῦ μαθήματος ἀναγομένους ἐπὶ τοσοῦτον εἰρήσθω˙ ἀπ' ἄλλης δὲ ἀρχῆς σκεψώμεθα καὶ πρὸς τοὺς ῥήτορας ἃ δεῖ λέγειν.