1.

ΠΡΟΣ ΡΗΤΟΡΑΣ
[2.1] Τοῖς περὶ γραμματικῆς διεξοδευθεῖσιν ἡμῖν ἀκόλουθον ἂν εἴη καὶ περὶ ῥητορικῆς λέγειν, ἀνδρικωτέρας ἤδη καθεστώσης καὶ τὸ πλέον ἐπ' ἀγορᾶς καὶ βημάτων ἐξεταζομένης (
Plat. Gorg. 452 d-c
). ἀλλ' ἐπεὶ κοινὸν ὑπάρξεώς τε καὶ ἀνυπαρξίας ἐστὶν ἡ ἔννοια, καὶ οὐδὲν τούτων ἕτερον οἷόν τέ ἐστι ζητεῖν μὴ προλαβόντας ὅ ἐστι τὸ ζητούμενον, φέρε πρῶτον σκεψώμεθα τί ἂν εἴη ῥητορική, τὰς ἐπιφανεστάτας εἰς τοῦτο τῶν φιλοσόφων ἀποδόσεις παρατιθέμενοι.