1.

[2.3] οἱ γοῦν παρὰ τῷ ποιητῇ δημογέροντες, καίπερ ἐκπεπολεμωμένοι καὶ τελέως ἀπηλλοτριωμένοι πρὸς τὴν Ἑλένην ὡς κακῶν αἰτίαν γενομένην αὐτοῖς, ὅμως ὑπὸ τοῦ περὶ αὐτὴν κάλλους πείθονται, καὶ προσιούσης τοιαῦτά τινα πρὸς ἀλλήλους διεξίασιν (
Hom. Il. III 156-157
)
‘οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιούς
τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.’