1.

[2.4] Φρύνη τε, ὥς φασιν, ἐπεὶ συνηγοροῦντος αὐτῇ Ὑπερίδου ἔμελλε καταδικάζεσθαι, καταρρηξαμένη τοὺς χιτωνίσκους καὶ γυμνοῖς στήθεσι προκυλινδουμένη τῶν δικαστῶν πλεῖον ἴσχυσε διὰ τὸ κάλλος τοὺς δικαστὰς πεῖσαι τῆς τοῦ συνηγοροῦντος ῥητορείας. τὸ δὲ αὐτὸ καὶ ἐπὶ χρημάτων ἐστὶν ἡδονῆς τε καὶ δόξης˙ τούτων γὰρ ἕκαστον εὑρήσομεν οὕτω πεῖθον ὡς πολλάκις τινὰ τῶν καθηκόντων ὑπερβαίνειν. οὐ τοίνυν ἀσκόπως ὁ Πλάτων ἀποβλέπων εἰς τὴν δι' αὐτῶν γινομένην πειθὼ ἔλεξεν ὅτι ῥητορική ἐστι πειθοῦς δημιουργὸς οὐχ ὁπωσοῦν ἀλλὰ διὰ λόγων.