1.

[2.5] καὶ μὴν οὐκ ἐπεὶ λόγοις πείθει, πάντως ἐστὶ ῥητορική (καὶ γὰρ ἡ ἰατρικὴ καὶ αἱ ὁμοειδεῖς ταύτῃ τέχναι διὰ λόγου πείθουσιν), ἀλλ' εἴ τις ἐν αὐτοῖς προηγουμένως τοῖς λόγοις ὑποκειμένην ἔχει τὴν ἰσχύν˙ καὶ οὐ κοινῶς, ἐπείπερ καὶ ἡ γεωμετρία καὶ ἀριθμητικὴ καὶ πᾶσα ἡ τῷ γένει θεωρητικὴ τέχνη ἐν λόγοις προηγουμένως ἔχει τὸ κῦρος, ἀλλ' ὅταν σὺν τούτοις μὴ διδασκαλικήν, ὥσπερ γεωμετρία, ἀλλὰ πειστικὴν ποιῆται τὴν πειθώ˙ ὅπερ ἦν ἴδιον ῥητορικῆς.