1.

[2.8] Ἀριστοτέλης δὲ ἐν
τῷ πρώτῳ τῶν Ῥητορικῶν
(1354 a 12) τεχνῶν ἁπλούστερον παραδίδωσι τὴν ῥητορικὴν τέχνην λόγων. καὶ ζητουμένου πρὸς αὐτὸν ὅτι καὶ ἡ ἰατρικὴ τέχνη ἐστὶ λόγων ἰατρικῶν, ἀπολογούμενοί τινές φασιν ὅτι ἡ ἰατρικὴ τοὺς λόγους ἐφ' ἕτερόν τι ἀναφέρει τέλος, καθάπερ τὴν ὑγείαν, ἡ δὲ ῥητορικὴ ἄντικρύς ἐστι λόγων τέχνη.