1.

[2.9] καὶ ἄλλους δὲ ἐκτίθεται ὁ ἀνὴρ οὗτος ὅρους, περὶ ὧν οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν λέγειν τοῖς μὴ προηγουμένως τὸν περὶ ῥητορικῆς διεξοδεύουσι λόγον, ἀλλ' ὅσον τοῦ τὴν ἰδιότητα ταύτης περινοῆσαι πρὸς τὴν χειρισθησομένην ἡμῖν ἀντίρρησιν. ἧς ἀρχὴ γένοιτ' ἂν εὐθέως ἀπὸ τῆς ἐκκειμένης νοήσεως. ἐπεὶ γὰρ τέχνην ἢ ἐπιστήμην λόγων ἢ τοῦ λέγειν καὶ πειθοῦς περιποιητικὴν βούλονται τυγχάνειν τὴν ῥητορικὴν οἱ τὴν ἔννοιαν αὐτῆς ἀποδιδόντες, πειρασόμεθα καὶ ἡμεῖς τῶν τριῶν τούτων ἐχόμενοι διδάσκειν τὸ ἀνυπόστατον αὐτῆς.