1.

[2.11] τῶν γὰρ ψευδῶν οὔκ εἰσι καταλήψεις, ψευδῆ δέ ἐστι τὰ λεγόμενα τῆς ῥητορικῆς εἶναι θεωρήματα, τοιαῦτα ὄντα ῾οὕτω παραπειστέον τοὺς δικαστὰς᾽ καὶ ῾ὀργὴν κινητέον ἢ ἔλεον᾽ καὶ ῾μοιχῷ συνηγορητέον καὶ ἱεροσύλῳ᾽˙ 〈ἃ〉 ἐμφαίνει τὸ καθήκειν οὕτω τοὺς δικαστὰς παραπείθειν καὶ ὀργὴν ἢ ἔλεον κινεῖν˙ ἅπερ οὔκ ἐστιν ἀληθῆ, καὶ διὰ τοῦτο ἀκατάληπτα. οὐ τοίνυν αὐτῶν εἰσιν αἱ καταλήψεις˙ ᾧ συνεισέρχεται τὸ μηδὲ τὴν ῥητορικὴν ὑπάρχειν.