1.

[2.12] καθάπερ οὖν οὐκ ἂν εἴποιμεν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ οὕτω δεῖν τοῖχον διορύττειν, καὶ τὴν κλεπτικὴν τὸ οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν, (ψευδῆ γάρ ἐστι ταῦτα, καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα), οὕτως οὐδὲ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν, ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικόν, καὶ πολὺ πρότερον οἱ περὶ Πλάτωνα (
Gorg. 463 b
) , εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν.