1.

[2.13] καὶ μὴν ἐπεὶ πᾶσα τέχνη ἤτοι ἑστηκὸς ἔχει τὸ τέλος καὶ πάγιον, ὡς φιλοσοφία καὶ γραμματική, ἢ τοῦ ὡς τὸ πολὺ ἐχόμενον, καθάπερ ἰατρική τε καὶ κυβερνητική, δεήσει καὶ τὴν ῥητορικήν, εἴπερ ἐστὶ τέχνη, τὸ ἕτερον τούτων ἐπαγγέλλεσθαι.