1.

[2.16] εἴπερ τε ἐνδέχεται γενέσθαι ῥήτορα μὴ μετασχόντα τῆς ῥητορικῆς τέχνης, οὐκ ἂν εἴη τις τέχνη ῥητορική. ἐνδέχεται δέ γε ἱκανῶς καὶ κατὰ τρόπον ῥητορεύειν μὴ μετασχόντα ῥητορικῆς, ὡς καὶ περὶ Δημάδου παρειλήφαμεν (cfr. M I 295)˙ κωπηλάτης γὰρ ὢν ὁμολογεῖται ἄριστος γεγονέναι ῥήτωρ, καὶ σὺν τούτῳ ἄλλοι παμπληθεῖς.