1.

[2.17] τοίνυν οὔκ ἐστι τέχνη ἡ ῥητορική. ἄλλως τε καὶ [ἐπεὶ] τούτοις ἀπιστοῦμεν ὡς τοιούτοις γεγονόσι καὶ ἐν ἕξει κἀκ τοιαύτης τινὸς τριβῆς ἐπὶ τὸ ῥητορεύειν παρεληλυθόσιν, ἀλλ' οὖν γε ἐν τῷ καθ' ἡμᾶς βίῳ πολλοὺς πάρεστιν ὁρᾶν λέγοντας μὲν εὐφυῶς ἐπὶ δικαστηρίων καὶ ἐν ἐκκλησίαις, τὰ δὲ τεχνικὰ τῆς ῥητορικῆς παραγγέλματα μὴ γινώσκοντας.