1.

[2.18] καὶ ἀντιστρόφως, εἰ οἱ ἐξηκριβωκότες [ἐπὶ πλεῖον] καὶ ἐπὶ πλεῖον ἐκπονήσαντες τὸν τεχνικὸν τῆς ῥητορικῆς λόγον ἀδυνατοῦσι ῥητορεύειν ἐπὶ δικαστηρίων καὶ ἀγορᾶς, οὐ ῥητέον τεχνικὴν μέθοδον εἶναι τὴν ῥητορικήν. ἀλλὰ μὴν ὡς ὁ σύμπας οἶδε βίος, οἱ σοφιστεύοντες ἐπ' ἄκρον μὲν τὴν ῥητορικὴν ἐξήσκησαν τεχνολογίαν, ἰχθύων δὲ ἀφωνότεροι ἐπὶ τῆς [γῆς] ὑπαίθρου θεωροῦνται.