1.

[2.19] τοίνυν οὐ κατὰ τέχνην εἰσί τινες ῥήτορες. ὅθεν καὶ γελᾶν ἔστιν ἐπ' αὐτούς, ὅταν πρὸς τοῦτον ἀπολογούμενοι τὸν ἔλεγχον φάσκωσιν ὅτι, ὥσπερ αἱ ἀκόναι τέμνειν μὲν οὐ πεφύκασιν, ὀξύνουσαι δὲ τὴν μάχαιραν τέμνειν παρασκευάζουσιν, οὕτω καὶ αὐτοὶ ἀδυνατοῦσι μὲν εἰπεῖν ὑπὸ τῆς ἀηθείας, ἄλλους δὲ διὰ τέχνης προάγοντες λέγειν ποιοῦσιν. οὐκ ᾔδεσαν γὰρ οἱ θαυμάσιοι τὴν ἀνομοιότητα ταύτης τῆς εἰκόνος, εἴ γε ἡ μὲν ἀκόνη οὐχ ἣν εἶχε δύναμιν, ταύτην τῷ σιδήρῳ ἐμποιεῖν πέφυκεν, αὐτοὶ δὲ ἐπαγγέλλονται ὡς προηγούμενον ἔργον, ἣν ἔχουσι τέχνην, ταύτην τῷ πέλας περιποιήσειν.