1.

[2.20] Οἱ δὲ περὶ τὸν Κριτόλαον καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐν οἷς ἐστι Κλειτόμαχος καὶ Χαρμίδας, εἰώθασι καὶ οὗτοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μὲν τέχνας οὐκ ἐκβάλλουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μὲν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τοὺς δὲ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου τοὺς ἐν λόγοις ἀλαζονευσαμένους,