1.

[2.21] ὁ δὲ Σπαρτιάτης Λυκοῦργος, ὡς ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο˙ παρ' ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακορύσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι.