1.

[2.22] ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπ' αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καὶ μικρὰν τὴν δὲ ἐπιμήκη καὶ σκολιάν, ῾τούτων᾽ εἶπεν, ῾ὦ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ,᾽ αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ τῆς σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην,