1.

[2.24] ἔνθεν ὁ τραγικὸς Ἴων κινηθεὶς εἶπεν ἐπ' αὐτῶν (
Fr. 63 (ed).
= 107 (ed).
)
‘οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις,
ἀλλ' εὖτ' ἂν Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ,
βουλὴ μὲν ἄρχει, χεὶρ δ' ἐπεξεργάζεται,’
ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις, ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ ῥητορική.