1.

[2.25] τὸ μὲν γὰρ ἀναστρέφειν καὶ λέγειν ὡς καὶ φιλοσόφους ἐξώρισάν τινες τῶν Ἑλληνίδων πόλεων, εὔηθές ἐστιν. πρῶτον μὲν γὰρ οὐκ ἂν ἔχοιεν τούτῳ παρασχεῖν μαρτυρίαν ὥσπερ ἐπὶ ῥητορικῆς οἱ τοὐναντίον συναγαγόντες˙ ἔπειτα εἰ καὶ ἐξέβαλόν τινες τῶν πόλεων φιλοσοφίαν, οὐ κατὰ γένος πᾶσαν ἐξέβαλον ἀλλὰ τινὰς αἱρέσεις, οἷον τὴν Ἐπικούρειον ὡς ἡδονῆς διδάσκαλον, τὴν Σωκρατικὴν δὲ ὡς ἐκφαυλίζουσαν τὸ θεῖον. αἱ μέντοι γε προειρημέναι πόλεις οὐ τινὰ μὲν παρῃτήσαντο ῥητορικὴν τινὰ δὲ προσήκαντο, ἀλλὰ κοινῶς πᾶσαν περιέστησαν.