1.

[2.26] Πρός γε μὴν τοῖς εἰρημένοις, καὶ εἰ τέχνη πάντως ἐστὶν ἡ ῥητορική, ἤτοι τῷ ἔχοντι ἢ ταῖς πόλεσιν ἔσται χρειώδης ὡς καὶ αἱ λοιπαὶ τῶν τεχνῶν˙ οὔτε δὲ τῷ ἔχοντι οὔτε ταῖς πόλεσίν ἐστιν ὠφέλιμος, ὡς παραστήσομεν˙ οὐκ ἄρα τέχνη καθέστηκεν.