1.

[2.30] μετὰ τοῦ διὰ παντὸς ἀγωνιᾶν καὶ πειρατοῦ τρόπον ὁτὲ μὲν φεύγειν ὁτὲ δὲ διώκειν, ὥστε κοπούμενον νύκτωρ καὶ μεθ' ἡμέραν ὑπὸ τῶν πράγματα ἐχόντων ὀχλεῖσθαι, μεστὸν δὲ ἔχειν τὸν βίον θρήνων τε καὶ δακρύων, καὶ τινῶν μὲν εἰς δεσμωτήριον τινῶν δὲ ἐπὶ τύμπανον ἀπαγομένων. ὥστε τῷ μὲν ἔχοντι ἐπιβλαβὴς ἡ ῥητορική.