1.

[2.31] Καὶ μὴν οὐδὲ ταῖς πόλεσίν ἐστιν ὠφέλιμος˙ οἱ γὰρ νόμοι πόλεών εἰσι σύνδεσμοι, καὶ ὡς [ψυχὴ] σῶμ〈α πνεύμα〉τος ἐκφθαρέντος φθείρεται, οὕτω νόμων ἀναιρεθέντων καὶ αἱ πόλεις διόλλυνται. παρὸ καὶ ὁ ἠθολόγος Ὀρφεὺς τὸ ἀναγκαῖον αὐτῶν ὑποφαίνων φησὶν (
Orphicorum fragmenta Fr. 292 (ed).
)
‘ἦν χρόνος ἡνίκα φῶτες ἀπ' ἀλλήλων βίον εἶχον
σαρκοδακῆ, κρείσσων δὲ τὸν ἥττονα φῶτα δάιζεν.’