1.

[2.32] μηδενὸς γὰρ ἐπιστατοῦντος νόμου ἕκαστος ἐν χερσὶ τὸ δίκαιον εἶχε, καθὼς (
Hesiod. Op. 277
)
‘ ἰχθύσι 〈μὲν〉 καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς’
ἐπιτέτραπται (
Hesiod. Op. 278
)
‘ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ' αὐτοῖς,’
μέχρις ὅτου ὁ θεὸς οἰκτείρων μογοῦσιν αὐτοῖς θεσμοφόρους θεὰς ἐξαπέστειλεν, ἃς ἐπὶ τῷ τὴν ἀλληλοφάγον ἀνομίαν καταλῦσαι πλέον ἢ ἐπὶ τῷ καρποῖς ἡμερῶσαι τὸν βίον ἐθαύμασαν ἄνθρωποι.