1.

[2.35] ὥσπερ καὶ παρ' Ἀθηναίοις, καθάπερ καὶ Πλάτων ὁ τῆς ἀρχαίας κωμῳδίας (
Fr. 220 (ed).
) ποιητὴς λέγει˙ καὶ γὰρ τρεῖς ἐάν τις, φησίν, ἐκδημήσῃ μῆνας, οὐκέτι ἐπιγινώσκειν τὴν πόλιν, ἀλλὰ παραπλησίως τοῖς νυκτὸς περιπατοῦσι παρὰ τὰ τείχη καθάπερ τινὰς ἀγγάρους κατάγεσθαι, τὸ ὅσον ἐπὶ τοῖς νόμοις μὴ τῆς αὐτῆς οὔσης πόλεως.