[46] Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτω (A. Pal. VII. 96)˙

πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες˙ ἦ σε γὰρ ὄντως
καὶ σοφὸν εἶπε θεός, καὶ θεὸς ἡ σοφίη.
πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω˙
αὐτοὶ δ' ἐξέπιον τοῦτο τεῷ στόματι.

Τούτῳ τις, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ ποιητικῆς (Rose 75), ἐφιλονείκει Ἀντίλοχος Λήμνιος καὶ Ἀντιφῶν ὁ τερατοσκόπος, ὡς Πυθαγόρᾳ Κύλων Κροτωνιάτης˙ καὶ Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος˙ καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης˙ καὶ Πινδάρῳ Ἀμφιμένης ὁ Κῷος˙ Θάλητι δὲ Φερεκύδης καὶ Βίαντι Σάλαρος Πριηνεύς˙ Πιττακῷ Ἀντιμενίδας καὶ Ἀλκαῖος, Ἀναξαγόρᾳ Σωσίβιος, καὶ Σιμωνίδῃ Τιμοκρέων.

[46] Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτω˙

πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες˙ ἦ σε γὰρ ὄντως
καὶ σοφὸν εἶπε θεός, καὶ θεὸς ἡ σοφίη.
πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω˙
αὐτοὶ δ' ἐξέπιον τοῦτο τεῷ στόματι.

Τούτῳ τις, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος καὶ Ἀντιφῶν ὁ τερατοσκόπος, ὡς Πυθαγόρᾳ Κύλων Κροτωνιάτης˙ καὶ Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος˙ καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης˙ καὶ Πινδάρῳ Ἀμφιμένης ὁ Κῷος˙ Θάλητι δὲ Φερεκύδης καὶ Βίαντι Σάλαρος Πριηνεύς˙ Πιττακῷ Ἀντιμενίδας καὶ Ἀλκαῖος, Ἀναξαγόρᾳ Σωσίβιος, καὶ Σιμωνίδῃ Τιμοκρέων.

[46] Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτω˙

Πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες˙ ἦ σε γὰρ ὄντως
[12320] καὶ σοφὸν εἶπε θεός, καὶ θεὸν ἡ σοφίη.
[1241] Πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς μὲν ἐδέξω˙
αὐτοὶ δ' ἐξέπιον τοῦτο τεῷ στόματι.

Τούτῳ τις, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος καὶ Ἀντιφῶν [1245] ὁ τερατοσκόπος, ὡς Πυθαγόρᾳ Κύλων καὶ Ὀνάτας˙ καὶ Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος˙ καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης˙ καὶ Πινδάρῳ Ἀμφιμένης ὁ Κῷος˙ Θάλητι δὲ Φερεκύδης καὶ Βίαντι Σάλαρος Πριηνεύς˙ [12410] Πιττακῷ Ἀντιμενίδας καὶ Ἀλκαῖος, Ἀναξαγόρᾳ Σωσίβιος, καὶ Σιμωνίδῃ Τιμοκρέων.