1.

[2.36] πρόδηλον δέ ἐστι τὸ κατὰ τῶν νόμων αὐτὴν ὑπάρχειν καὶ ἐξ ὧν ἐν ταῖς κακοτέχνοις τέχναις ὑποτίθενται. ὁτὲ μὲν γὰρ παραινοῦσι τῷ ῥητῷ καὶ ταῖς φωναῖς τοῦ νομοθέτου προσέχειν ὡς σαφέσι καὶ μηδεμιᾶς ἐξηγήσεως δεομέναις, ὁτὲ δὲ ἀναστρέψαντες μήτε τῷ ῥητῷ μήτε ταῖς φωναῖς ἀλλὰ τῇ διανοίᾳ κατακολουθεῖν˙