1.

[2.38] κελεύουσιν δὲ ἐνίοτε καὶ κατὰ ἀποκοπὴν ἀναγινώσκειν τοὺς νόμους καὶ ἐκ τῶν λειπομένων ἕτερόν τι νόημα συντιθέναι. πολλάκις δὲ καὶ ἀμφιβόλους λέξεις διαστέλλουσι, πρόσφορον ἑαυτοῖς κατασκευάζοντες τὸ σημαινόμενον˙ καὶ ἄλλα μυρία πρὸς ἀνατροπὴν τῶν νόμων ποιοῦσιν. ὅθεν καὶ ὁ Βυζάντιος ῥήτωρ ἐρωτηθεὶς πῶς ὁ Βυζαντίων ἔχει νόμος εἶπεν ῾ὡς ἐγὼ θέλω.᾽