1.

[2.40] τό γε μὴν τῶν παρανόμων ψηφισμάτων εἶδος οὐδεὶς ἐτόλμησε γράφειν ἀλλ' ἢ οἱ ῥήτορες. τὸν γοῦν γραφέντα κατὰ Κτησιφῶντος Δημοσθένης πολλὰ βοῶν καὶ τερατευόμενος ἥρπασεν. ὅθεν καὶ ὁ Αἰσχίνης (
adv. Ctesiph. 193
) ῾κακὸν ἔθος᾽ φησὶν ῾εἰς τὰ δικαστήρια παρῆλθεν˙ ὁ μὲν γὰρ κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δικασταὶ ὧν μή εἰσι κριταί, περὶ τούτων ψηφοφορεῖν ἀναγκάζονται.᾽