1.

[2.41] ἀλλ' εἰ κατὰ τῶν νόμων ἐστὶν ἡ ῥητορική, πρὸς τῷ μὴ χρησιμεύειν τι καὶ βλαβερὰ καθέστηκεν. οὐ μὴν ἀλλ' οὐδὲ οἱ δημαγωγοῦντες ῥήτορες ἐπ' ἀγαθῷ τῶν πόλεων προβαίνουσιν, ἀλλ' ὃν λόγον ἔχει φαρμακοπώλης πρὸς ἰατρόν, τοῦτον ὁ δημαγωγὸς πρὸς τὸν πολιτικόν.