1.

[2.43] Τοσαῦτα μὲν οὖν καὶ τοῖς Ἀκαδημαϊκοῖς (Cfr. § 20) ἐν καταδρομῆς μέρει λέγεται περὶ ῥητορικῆς, ὥστε εἰ μήτε τῷ ἔχοντι μήτε τοῖς πέλας ἐστὶν ὠφέλιμος, οὐκ ἂν εἴη τέχνη. ἀλλὰ πρὸς ταῦτα ἀπολογούμενοί τινες μέν φασιν ὅτι διττῆς οὔσης ῥητορικῆς, τῆς μὲν ἀστείας καὶ ἐν σοφοῖς τῆς δὲ ἐν μέσοις ἀνθρώποις, τὴν κατηγορίαν γεγονέναι οὐ τῆς ἀστείας ἀλλὰ τῆς τῶν μοχθηρῶν.