1.

[2.44] τινὲς δὲ καὶ ὑποδείγμασι χρῶνται˙ ὡς γὰρ ὁ τὸν πατέρα τύπτων παγκρατιαστὴς οὐ διὰ τὴν παγκρατιαστικὴν τέχνην γίνεται πατροτύπτης, ἀλλὰ διὰ τὴν τῶν τρόπων μοχθηρίαν, οὕτως ὁ ῥητορικὴν ἐξασκήσας, εἶτα κατὰ πατρίδος αὐτῇ καὶ νόμων χρώμενος οὐ διὰ ῥητορικὴν τοιοῦτός ἐστιν, ἀλλὰ διὰ τὴν ἰδίαν πονηρίαν (cfr.
Plat. Gorg. 456 d
).