1.

[2.46] πρὸς δὲ τοὺς δευτέρους ῥητέον ὅτι ἀνόμοιόν ἐστι τὸ παράδειγμα τοῖς ἐν χερσὶ ζητουμένοις˙ ἡ μὲν γὰρ ἄθλησις οὐχ ὑποδείκνυσι τὴν πρὸς τὸ κακὸν χρῆσιν αὑτῆς οἷον τὴν πατροτυψίαν, ἡ δὲ ῥητορικὴ τοῦθ' ὡς προηγούμενον ἔργον διδάσκει, οἷον πῶς ἂν τὰ μικρὰ μεγάλα ποιήσαιμεν τὰ δὲ μεγάλα μικρά, ἢ πῶς ἂν τὰ μὲν δίκαια ἄδικα φανείη τὰ δὲ ἄδικα δίκαια.