1.

[2.47] καθόλου δὲ τῆς ῥητορικῆς ἐξ ἐναντίων συνισταμένης λόγων οὐκ ἐνδέχεται τὸν μὲν ἀστεῖον λέγειν ῥήτορα, τὸν δὲ μὴ τοιοῦτον οὐκέτι. ὁποῖος γὰρ ἂν ᾖ ὁ ῥήτωρ, πάντως τοὺς ἐναντίους ἐκμελετᾶν ὀφείλει λόγους, ἐν δὲ τοῖς ἐναντίοις ἔστι καὶ τὸ ἄδικον˙ πᾶς ἄρα ῥήτωρ καὶ τοῦ ἀδίκου συναγωνιστὴς ὢν ἄδικός ἐστιν.