1.

[2.48] Ἀλλὰ ὅτι μὲν οὐ ῥητέον τὴν ῥητορικὴν τέχνην, ἐκ τούτων συμφανές˙ τὸ δὲ μετὰ τοῦτο καὶ ἐκ τῆς ὕλης περὶ ἥν ἐστι σκοπῶμεν αὐτῆς τὸ ἀνυπόστατον. καίτοι προαποδέδοται ἡμῖν τὸ κεφάλαιον ἐν τῷ πρὸς τοὺς γραμματικούς (Cfr. M I 99 sqq.). εἰ γὰρ περὶ λόγον ἡ γραμματικὴ πονεῖται, οὔτε δὲ λέξις ἐστί τι οὔτε λόγος ἐκ λέξεων συγκείμενος, ὡς ἐπεδείξαμεν, διὰ τὸ οὗ τὰ μέρη μὴ ἔστιν ἀνύπαρκτον εἶναι, ἀκολουθήσει καὶ τὸ τὴν ῥητορικὴν ἀνυπόστατον ὑπάρχειν.