1.

[2.49] ὅμως δ' οὖν ῥητέον πρῶτον μὲν ὅτι οὐκ εἰ τὸν λόγον ἐξεπόνησεν ἡ ῥητορική, πάντως ἐστὶν ἔντεχνος, ἀλλ' εἰ τὸν συμφέροντα. καθὸ γὰρ φαρμάκων διαφόρων ὄντων, καὶ τῶν μὲν θανασίμων τῶν δὲ σωτηρίων, ἡ μὲν ἐν τοῖς θανασίμοις ἕξις καταγιγνομένη οὔτε τέχνη τίς ἐστιν οὔτε ἰατρική, ἡ δὲ περὶ τὰ σωτήρια καὶ τέχνη καὶ βιωφελής, οὕτω καὶ λόγων τῶν μὲν συμφερόντων τῶν δὲ βλαπτικῶν ὄντων, εἰ μὴ περὶ τοὺς συμφέροντάς ἐστιν ἡ ῥητορικὴ ἀλλὰ τοὺς βλαβερούς, πρὸς τῷ μὴ εἶναι τέχνη ἔτι καὶ κακοτεχνία γενήσεται. παρεστήσαμεν (Cfr. §§ 41 sqq.) δέ γε πρότερον ὅτι βλαπτικωτάτοις ἐνυποδύεται λόγοις˙