1.

[2.50] τοίνυν οὐδὲ τέχνη καθέστηκεν. καὶ μὴν εἴπερ ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι, δῆλον ὡς καὶ ἡ ῥητορικὴ κατὰ ψιλὸν τὸ ἐκπεπονηκέναι τὴν ἐν τῷ λέγειν δύναμιν ἐξεταζομένη οὐδὲ γενήσεται τέχνη. ἀλλὰ μὴν ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι˙ τοίνυν οὐδὲ ἡ ῥητορική.