1.

[2.51] πρός γε μὴν τοῖς εἰρημένοις, οὐδὲ ἴδιον ῥητορικῆς ἐστι τοῦτο, ἀλλὰ τὸ κοινὸν παντὸς λογικοῦ μαθήματος˙ καὶ γὰρ ἰατρικὴ εὖ λέγει περὶ τῶν ἑαυτῆς θεωρημάτων (Cfr. § 8) καὶ μουσικὴ περὶ μουσικῶν. διόπερ ὡς ἑκάστη τούτων οὔκ ἐστιν ἕνεκα τοῦ λέγειν ῥητορική, οὕτως οὐδὲ περὶ ἧς ἐστιν ἡ ζήτησις.