1.

[2.52] Συνελόντι δὲ φάναι, οὐδὲ κατασκευάζει καλὴν λέξιν ἡ ῥητορική. οὐδὲ γὰρ ὑποδείκνυσιν ἡμῖν τὴν εἰς τοῦτο τεχνολογίαν, οἷον ὅτι καλῇ λέξει χρῆται πρῶτον μὲν ὁ μὴ ἐκκλίνων τὰ κατὰ τὴν συνήθειαν λεγόμενα, καθὼς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ὑπεδείξαμεν (Cfr M I 189 sq.), εἶτα καὶ ὁ τοῦ νοουμένου πράγματος ἀσφαλῶς κρατῶν˙ ῥέμβεται γὰρ ἡ λέξις ἀγνοουμένων τούτων, παρὸ καὶ εἰς τοῦτο ἀποβλέποντες ἀγαθὸν εἶναι λέγομεν ῥήτορα ἕκαστον τῶν ἰδίων ἐπιτηδευμάτων.