1.

[2.53] σὺν δὲ τούτοις καὶ ὁ περιεσκεμμένος τίνες τῶν λέξεων κατὰ τὴν συνήθειαν κεῖνται καὶ τίνες δοξαστῶς, τὸ ἑκάστῳ πρόσφορον ἀποδίδωσιν. ῾βαλανεῖον᾽ μὲν γὰρ ῾ἀνδρεῖον᾽ κατὰ τὴν συνήθειαν εἴρηται ἀπὸ τοῦ ἄνδρας λούειν, ὁ δὲ ῾πλούσιος μακάριος᾽ καὶ ῾ὁ θάνατος κακὸν᾽ τῶν δοξαστῶν˙ τό τε γὰρ τὸν θάνατον τῶν κακῶν εἶναι καὶ τὸν πλοῦτον τῶν ἀγαθῶν ἄδηλον καὶ δοξαστόν.