1.

[2.55] εἰ μὲν οὖν, ὡς ἔφην, ἐτεχνολογεῖτό τινα περὶ τούτων τοῖς ῥήτορσι, τάχα ἂν καὶ τὸ καλῶς λέγειν καὶ τὴν κεκαλλωπισμένην λέξιν ἐκ ῥητορικῆς εἶχον. νῦν δὲ ἐπεὶ ταύτης τῆς θεωρίας οὐ ψαύουσιν, ἢ εἰ ψαύοιεν, οὔτι γε κατὰ ῥητορικήν, λεκτέον μὴ ῥητορικῆς ἴδιον εἶναι τὸ καλλιλεκτεῖν.