1.

[2.56] ἥ τε λέξις καθ' ἑαυτὴν οὔτε καλή ἐστιν οὔτε˙ μοχθηρά. τεκμήριον δὲ τὸ τῇ αὐτῇ ὑπὸ μὲν ἀστείου καὶ σεμνοῦ λεγομένῃ προσκόπτειν ἡμᾶς, ὑπὸ δὲ μίμου γελωτοποιοῦντος μηδαμῶς. διόπερ ὅταν λέγηται ὁ ῥήτωρ καλῆς λέξεως εἶναι κατασκευαστικός, ἤτοι κατὰ τοῦτο λέγεται, καθὸ τὴν τὰ συμφέροντα πράγματα δηλοῦσαν λέξιν κατασκευάζει, ἢ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν, ἢ τὴν [οἵαν] ἐναργῶς καὶ συντόμως καὶ ἐγκατασκεύως δηλοῦσαν τὰ πράγματα.