1.

[2.57] οὔτε δὲ καθὸ τὴν τὰ συμφέροντα πράγματα μηνύουσαν˙ οὐδὲν γὰρ ἴσασι περὶ τούτων τῶν πραγμάτων οἱ ῥήτορες. οὔτε καθὸ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν˙ κοινὸν γὰρ ἦν τοῦτο τῶν τῇ συνηθείᾳ καὶ ταῖς ἐλευθέραις τέχναις προσεχόντων. οὔτε καθὸ τὴν σαφῶς καὶ συντόμως καὶ ἐγκατασκεύως μηνύουσαν τὰ πράγματα˙ τοὐναντίον γὰρ περίοδον καὶ ἐπιφώνημα λέγειν θέλοντες οἱ ῥήτορες, καὶ μὴ φωνᾶεν φωνάεντι συγκρούειν, καὶ ὁμοιοτέλευτον διάνοιαν κατακλίνειν, ἐκκλείονται τῆς σαφοῦς ἅμα καὶ συντόμου τῶν πραγμάτων ἑρμηνείας.