1.

[2.58] οὐκ ἄρα ῥητορικῆς ἐστι τὸ κατασκευάζειν καλὴν λέξιν καὶ τὸ εὖ λέγειν. δοθέντος τε τούτου οὐδ' ἄν τις ἕλοιτο τὴν τοιαύτην φράσιν, πρῶτον μὲν διὰ τὸ μὴ πίπτειν αὐτὴν εἰς τὴν κοινὴν τοῦ βίου χρῆσιν˙ οὐδεὶς γὰρ ἡμῶν οὕτω διαλέγεται ὡς οἱ ῥήτορες ἐπὶ τῶν δικαστηρίων, ἐπεὶ καταγελασθήσεται. καὶ αὐτοὶ δὲ ἐκεῖνοι πάντοτε ἐξελθόντες τῆς διατριβῆς καὶ τοῦ ἀγῶνος ἄλλῃ χρῶνται πρὸς τοὺς πέλας ἑρμηνείᾳ.