1.

[2.59] εἶτα καὶ ὡς ἔφην, προσκοπὴν ἐμποιεῖ τὸ μετὰ προσοχῆς καὶ ῥητορείας λαλεῖν. μετακτέον δὲ τὰ πρότερον πρὸς τοὺς ἀναλογιστικοὺς τῶν γραμματικῶν εἰρημένα (Cfr. M I 179 sqq.), καὶ διδακτέον ὅτι τῇ συνηθείᾳ προσεκτέον μᾶλλόν ἐστι θέλοντας εὖ λέγειν ἤπερ τέχνῃ τινὶ περιεργοτέρᾳ.