1.

[2.60] Τὰ νῦν δὲ μετελθόντες καὶ ἀπὸ τοῦ τέλους τῆς ῥητορικῆς ποιώμεθα τὰς ἐνστάσεις. πάλιν τοίνυν λεκτέον ὡς εἰ μηδέν ἐστι ῥητορικῆς τέλος, οὐδέν ἐστι ῥητορικὴ διὰ τὸ πᾶσαν τεχνικὴν ἕξιν πρός τι τέλος λαμβάνειν τὴν ἀναφοράν. οὐχὶ δέ γε ἔστι τι ῥητορικῆς τέλος, ὡς δείξομεν˙ οὐκ ἄρα ἐστὶ τέχνη ἡ ῥητορική.