1.

[2.64] τοσαυταχῶς δὴ λεγομένου τοῦ πιθανοῦ, ἄξιόν ἐστι πυθέσθαι τῶν ῥητόρων κατὰ τί τούτων τῶν πιθανῶν οἴονται τὴν ῥητορικὴν τοῦ πείθειν ἐφίεσθαι, καὶ περὶ ποῖον αὐτῶν τεχνιτεύειν αὐτὴν ἀξιοῦσιν, περὶ τὸ ἐναργῶς ἀληθὲς ἢ περὶ τὸ ἐοικὸς τούτῳ ψεῦδος ἢ ὃ περὶ τὴν ἀμφοτέρων κοινότητα στρέφεται.