1.

[2.65] ἀλλὰ περὶ μὲν τὸ ἐναργῶς ἀληθὲς οὐχ οἷόν τε˙ τοῦτο γὰρ ἐξ αὑτοῦ πείθει καὶ ἐπισπᾶται ἡμᾶς πρὸς συγκατάθεσιν, ὥστε παρέλκειν τὴν ἐκ ῥητορικῆς ἐπ' αὐτοῦ συνισταμένην πειθώ. καὶ καθάπερ οὐδεμιᾶς δεόμεθα τέχνης πρὸς τὸ πείθεσθαι ὅτι νῦν ἡμέρα ἐστὶν ἢ ὅτι νῦν ἐγὼ διαλέγομαι, πραγμάτων ὄντων ἐναργῶν καὶ αὐτοφωράτων, οὕτως οὐδὲ πρὸς τὸ συγκατατίθεσθαι τῷ ἀνδροφόνον εἶναι τὸν ἐπ' αὐτοφώρῳ ληφθέντα ἀνδροφόνον χρεία ῥητορικῆς.