1.

[2.66] καὶ ἄλλως, εἰ τοῦ προδήλως ἀληθοῦς, ᾗ πιθανόν ἐστι, θεωρητικὴ καθέστηκεν ἡ ῥητορική, πάντως καὶ τοῦ ἀπιθάνου γενήσεται θεωρητική˙ ταυτὶ γὰρ κατὰ τὴν νῦν ὡς πρὸς ἄλληλα σχέσιν λαμβάνεται, καὶ ᾧ λόγῳ ὁ τὸ ἀριστερὸν κατειληφὼς ἐξ ἀνάγκης ἐπιβάλλει καὶ τῷ οὗ ἀριστερόν ἐστιν, οὕτως ὁ τὸ πιθανὸν ἀληθὲς διακρίνων ἀπὸ τοῦ μὴ τοιούτου γνῶσιν ἔχει καὶ τοῦ ἀληθοῦς ἀπιθάνου.